Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ
  2. γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
  3. ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.
  4. σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας
  5. τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε,
  6. πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,
  7. ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
  8. στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.
Μενελέως
  1. ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,