Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
- ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς.
- οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
- βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
- ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
- ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
- καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε
- ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις
- φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων