Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
  2. ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
  3. σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,
  4. ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
  5. ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
  6. κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν
  7. καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς,
  8. ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν
  9. δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.