Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
Θεοκλύμενος
  1. μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.
Ἑλένη
  1. αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
Θεοκλύμενος
  1. αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον.
Ἑλένη
  1. ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
Θεοκλύμενος
  1. μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.
Ἑλένη
  1. ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.
Θεοκλύμενος
  1. τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος.
Ἑλένη
  1. ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω.
Θεοκλύμενος
  1. οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν.
Ἑλένη
  1. οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
Θεοκλύμενος
  1. ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς.
Ἑλένη
  1. οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
Θεοκλύμενος
  1. βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
Ἑλένη
  1. ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
Θεοκλύμενος
  1. ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
  2. καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε
  3. ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις
  4. φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
  5. ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ