Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.
  2. δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος
  3. πείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιον
  4. τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·
  5. ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις.
Ἑλένη
  1. ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
  2. τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας
  3. τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
  4. καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάρις
  5. ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με
  6. αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
  7. θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω,
  8. καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε.
  9. ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι
  10. γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς
  11. κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε.
  12. ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν,
  13. πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
Θεοκλύμενος
  1. χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
  2. Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.