Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
  2. ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.
  3. σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας
  4. τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε,
  5. πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,
  6. ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
  7. στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.
Μενελέως
  1. ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,
  2. βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
  3. ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
  4. σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,
  5. ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
  6. ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
  7. κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν
  8. καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς,
  9. ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν
  10. δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.
Χορός
  1. Φοίνισσα Σιδωνιὰς ὦ
  2. ταχεῖα κώπα, ῥοθίοισι μάτηρ
  3. εἰρεσίας φίλα,