Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·
  2. ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις.
Ἑλένη
  1. ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
  2. τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας
  3. τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
  4. καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάρις
  5. ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με
  6. αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
  7. θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω,