Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε.
  2. ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι
  3. γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς
  4. κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε.
  5. ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν,
  6. πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
Θεοκλύμενος
  1. χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
  2. Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.
Ἑλένη
  1. οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;