Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα
  2. σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.
Θεοκλύμενος
  1. χωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,
  2. δμῶες, φέροντες ἐνάλια κτερίσματα.
  3. Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν,
  4. πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε
  5. πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.
  6. δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος
  7. πείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιον