Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις·
  2. ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα,
  3. ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρα
  4. αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών,
  5. ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.
  6. προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο,
  7. ὡς βαρβάρων τρόπαια μυρίων χερὶ
  8. θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,
  9. πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς
  10. ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα
  11. ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
  12. ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς
  13. γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,
  14. σιγητέον μοι· καὶ σὲ προσποιούμεθα
  15. εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα
  16. σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.
Θεοκλύμενος
  1. χωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,
  2. δμῶες, φέροντες ἐνάλια κτερίσματα.
  3. Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν,
  4. πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε