Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο,
  2. ὡς βαρβάρων τρόπαια μυρίων χερὶ
  3. θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,
  4. πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς
  5. ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα
  6. ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
  7. ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς
  8. γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,
  9. σιγητέον μοι· καὶ σὲ προσποιούμεθα