Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη
  2. οὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶ
  3. οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.
  4. ---
  5. κάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις·
  6. ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα,
  7. ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρα
  8. αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών,
  9. ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.