Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μῆνιν δʼ ἔσχες μεγάλας
  2. ματρός, ὦ παῖ, θυσίας
  3. οὐ σεβίζουσα θεᾶς.
  4. μέγα τοι δύναται νεβρῶν
  5. παμποίκιλοι στολίδες
  6. κισσοῦ τε στεφθεῖσα χλόα
  7. νάρθηκας εἰς ἱερούς,
  8. ῥόμβου θʼ εἱλισσομένα
  9. κύκλιος ἔνοσις αἰθερία,
  10. βακχεύουσά τʼ ἔθειρα Βρομί-
  11. ῳ καὶ παννυχίδες θεᾶς.
  12. εὖ δέ νιν ἄμασιν
  13. ὑπέρβαλε σελάνα
  14. μορφᾷ μόνον ηὔχεις.
Ἑλένη
  1. τὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·
  2. ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη
  3. πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη
  4. οὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶ
  5. οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.
  6. ---