Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. λευκῶν ἐκβάλλειν ὑδάτων
  2. πένθει παιδὸς ἀλάστωρ.
Χορός
  1. ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίνας
  2. θεοῖς βροτείῳ τε γένει,
  3. Ζεὺς μειλίσσων στυγίους
  4. ματρὸς ὀργὰς ἐνέπει·
  5. βᾶτε, σεμναὶ Χάριτες,
  6. ἴτε, τᾷ περὶ παρθένῳ
  7. Δηοῖ θυμωσαμένᾳ
  8. λύπαν ἐξαλλάξατʼ ἀλαλᾷ,
  9. Μοῦσαί θʼ ὕμνοισι χορῶν.
  10. χαλκοῦ δʼ αὐδὰν χθονίαν
  11. τύπανά τʼ ἔλαβε βυρσοτενῆ
  12. καλλίστα τότε πρῶτα μακά-
  13. ρων Κύπρις· γέλασέν τε θεὰ
  14. δέξατό τʼ ἐς χέρας
  15. βαρύβρομον αὐλὸν
  16. τερφθεῖσʼ ἀλαλαγμῷ.
Χορός
  1. ὧν οὐ θέμις σʼ οὔθʼ ὁσία
  2. ʼπʼύρωσας ἐν θεῶν θαλάμοις,