Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐσθῆτα λήψῃ σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν
  2. ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ.
  3. σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις
  4. τρύχουσα σαυτήν — Μενέλεως δʼ ἔχει πότμον,
  5. κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.
Μενελέως
  1. σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν
  2. στέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν·
  3. ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
  4. ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας,