Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;
- μητρὸς τόδʼ ἔργον ἢ γυναικὸς ἢ τέκνων.
- ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.
- ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.
- ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
- ἐλθὼν δʼ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ·
- καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
- δράσαντα τῇδε πρὸς χάριν· φήμας δʼ ἐμοὶ
- ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας