Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
- οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.
- ἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲ
- ἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.
- ἀλλʼ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε
- ἐσθῆτά τʼ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς
- εὐεργετήσω σʼ· εὐμενέστερον γὰρ ἂν
- τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα
- δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.