Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ τἄλλʼ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.
Θεοκλύμενος
  1. πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε;
Μενελέως
  1. ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.
Θεοκλύμενος
  1. πόσον δʼ ἀπείργει μῆκος ἐκ γαίας δόρυ;
Μενελέως
  1. ὥστʼ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.
Θεοκλύμενος
  1. τί δή; τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;
Μενελέως
  1. ὡς μὴ πάλιν γῇ λύματʼ ἐκβάλῃ κλύδων.
Θεοκλύμενος
  1. Φοίνισσα κώπη ταχύπορος γενήσεται.
Μενελέως
  1. καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν.