Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. αὐτὸς σὺ γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῷς.
Θεοκλύμενος
  1. ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.
Μενελέως
  1. διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.
Θεοκλύμενος
  1. οὐ τῶνδʼ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.
Μενελέως
  1. καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.
Θεοκλύμενος
  1. ἔσται· τί δʼ ἄλλο προσφέρειν νομίζεται;
Μενελέως
  1. χαλκήλαθʼ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί.
Θεοκλύμενος
  1. ἄξια τάδʼ ἔσται Πελοπιδῶν ἃ δώσομεν.
Μενελέως
  1. καὶ τἄλλʼ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.
Θεοκλύμενος
  1. πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε;
Μενελέως
  1. ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.
Θεοκλύμενος
  1. πόσον δʼ ἀπείργει μῆκος ἐκ γαίας δόρυ;
Μενελέως
  1. ὥστʼ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.
Θεοκλύμενος
  1. τί δή; τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;
Μενελέως
  1. ὡς μὴ πάλιν γῇ λύματʼ ἐκβάλῃ κλύδων.
Θεοκλύμενος
  1. Φοίνισσα κώπη ταχύπορος γενήσεται.
Μενελέως
  1. καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν.
Θεοκλύμενος
  1. οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;
Μενελέως
  1. μητρὸς τόδʼ ἔργον ἢ γυναικὸς ἢ τέκνων.
Θεοκλύμενος
  1. ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.