Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.
- ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
- ἐλθὼν δʼ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ·
- καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
- δράσαντα τῇδε πρὸς χάριν· φήμας δʼ ἐμοὶ
- ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας
- ἐσθῆτα λήψῃ σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν
- ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ.
- σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις
- τρύχουσα σαυτήν — Μενέλεως δʼ ἔχει πότμον,
- κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.
- σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν
- στέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν·
- ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
- ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας,
- παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
- οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.
- ἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲ
- ἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.
- ἀλλʼ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε