Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει.
- ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;
- νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται.
- ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην.
- κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.
- πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;
- ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.
- τῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης·
- φίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν.
- ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται —
- ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.
- οὐ δῆτα. πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον;
- τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς;
- πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.
- ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων.
- χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε.
- οἶσθʼ οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα.
- ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.
- σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.
- μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον.