Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ.
- πῶς δʼ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;
- κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο.
- ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ;
- ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν.
- τίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω.
- ὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ.
- Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.
- οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν.
- ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;
- Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.
- θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;
- οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.
- ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;
- Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.
- καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης;
- ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι.
- λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;
- ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.
- ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει;