Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα
  2. ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας
  3. ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.
  4. ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰ
  5. φάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα,
  6. ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆς
  7. τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι. —
  8. ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομεν
  9. παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.
  10. αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς
  11. λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς
  12. κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας
  13. χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα
  14. κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη
  15. στένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθεν
  16. κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;
Ἑλένη
  1. ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος —
  2. ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι.
Θεοκλύμενος
  1. ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;
Ἑλένη
  1. Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι.