Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,
- ἐξὸν διορθῶσαι λόγοις
- σὰν ἔριν, ὦ Ἑλένα.
- νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,
- τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,
- ἐπὶ δὲ πάθεα πάθεσι φέρεις
- ἀθλίοις συμφοραῖς αἰλίνοις.
- ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρ
- ἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως·
- ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους
- Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.
- ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,
- δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς·
- ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή·
- οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;
- καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ
- ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,
- ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον
- Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον.
- ἔα·