Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τίς φησʼ ἐρευνήσας βροτῶν
- μακρότατον πέρας εὑρεῖν
- ὃς τὰ θεῶν ἐσορᾷ
- δεῦρο καὶ αὖθις ἐκεῖσε
- καὶ πάλιν ἀντιλόγοις
- πηδῶντʼ ἀνελπίστοις τύχαις;
- σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·
- πτανὸς γὰρ ἐν κόλποις σε Λή-
- δας ἐτέκνωσε πατήρ.
- κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίαν
- προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω
- τί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς·
- τὸ τῶν θεῶν δʼ ἔπος ἀλαθὲς ηὗρον.
- ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ
- λόγχαισί τʼ ἀλκαίου δορὸς
- κτᾶσθε, πόνους ἀμαθῶς θνα-
- τῶν καταπαυόμενοι·
- εἰ γὰρ ἅμιλλα κρινεῖ νιν
- αἵματος, οὔποτʼ ἔρις
- λείψει κατʼ ἀνθρώπων πόλεις·