Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος
- πομπαῖσιν Ἀφροδίτας.
- πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις
- ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-
- δαν μέλεον ἔχουσιν,
- ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν·
- ἄνυμφα δὲ μέλαθρα κεῖται·
- πολλοὺς δὲ πυρσεύσας
- φλογερὸν σέλας ἀμφιρύταν
- Εὔβοιαν εἷλʼ Ἀχαιῶν
- μονόκωπος ἀνήρ, πέτραις
- Καφηρίσιν ἐμβαλὼν
- Αἰγαίαις τʼ ἐνάλοις δόλιον
- ἀκταῖς ἀστέρα λάμψας.
- ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ,
- ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς
- γέρας, οὐ γέρας ἀλλʼ ἔριν,
- Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,
- εἴδωλον ἱερὸν Ἥρας.
- ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,