Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν,
- ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα
- ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων;
- εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν
- πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
- σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις
- μουσεῖα καὶ θάκους ἐνί-
- ζουσαν ἀναβοάσω,
- σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν
- ἀηδόνα δακρυόεσσαν,
- ἔλθʼ ὦ διὰ ξουθᾶν
- γενύων ἐλελιζομένα
- θρήνων ἐμοὶ ξυνεργός,
- Ἑλένας μελέας πόνους
- τὸν Ἰλιάδων τʼ ἀει-
- δούσᾳ δακρυόεντα πότμον
- Ἀχαιῶν ὑπὸ λόγχαις·
- ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ
- ὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων
- Λακεδαίμονος ἄπο λέχεα