Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
- πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
- ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;
- αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,
- τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
- ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
- πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
- παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.
- μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·
- ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,
- ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
- ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις
- Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,
- αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν
- ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.
- σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,
- κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.
- ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος
- τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις.
- θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις,