Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·
- τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
- πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
- ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;
- αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,
- τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
- ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
- πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
- παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.