Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·
  2. ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,
  3. ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
  4. ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις
  5. Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,
  6. αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν
  7. ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.
  8. σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,
  9. κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.