Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.
- σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον
- λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
- ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.
- ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;
- σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
- Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.
- καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη
- ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.