Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς
- θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει.
- ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα
- χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
- τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι
- καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.
- σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
- πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
- καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,