Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε,
- ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.
- ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε
- τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,
- Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν
- ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
- σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω,
- οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς.
- οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς,
- ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας.
- Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·
- τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ
- κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
- ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας
- καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
- τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας
- ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
- πείσειας ἄν τινʼ οἵτινες τετραζύγων
- ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους;
- πείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθα