Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός;
- ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις
- κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει;
- οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν
- μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν.
- ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν
- φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.
- ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
- βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;
- κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν
- ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
- καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα
- κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
- σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος;
- παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις.
- ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ
- θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
- καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς
- σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας;
- δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι