Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί,
  2. ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν,
  3. εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων
  4. ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ.
  5. καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις
  6. καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς
  7. τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει
  8. ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.
  9. ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι