Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν
  2. δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
  3. ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
  4. ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα
  5. ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
  6. Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν,
  7. ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ
  8. ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ·
  9. πειράσομαι δὲ παρθένος μένειν ἀεί.