Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ
- ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
- εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως,
- ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
- αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε,
- ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.
- ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε
- τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,
- Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν