Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
- ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
- κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
- μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
- ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω.
- ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
- οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
- ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι,
- φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς