Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.
- πῶς δʼ οὐ θανοῦμαι; τίς δʼ ἔνεστί μοι λόγος;
- ἀλλʼ, εἰ μὲν — ἕν τι — τοῦθʼ ὁμοῦ γενήσεται,
- ἄγαλμά τʼ οἴσεις κἄμʼ ἐπʼ εὐπρύμνου νεὼς
- ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν·
- τούτου δὲ χωρισθεῖσʼ — ἐγὼ μὲν ὄλλυμαι,
- σὺ δʼ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.
- οὐ μήν τι φεύγω γʼ, οὐδέ σʼ εἰ θανεῖν χρεὼν
- σῴσασαν· οὐ γὰρ ἀλλʼ ἀνὴρ μὲν ἐκ δόμων
- θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.
- οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·
- ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ
- καὶ ζῆν θέλοιμʼ ἂν καὶ θανὼν λαχεῖν ἴσον.
- ἄξω δέ γʼ, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ,
- πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.
- γνώμης δʼ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε
- Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε
- κομίσαι μʼ ἄγαλμα θεᾶς πόλισμʼ ἐς Παλλάδος
- ---
- καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ