Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. συνθεὶς τάδʼ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.
Ἰφιγένεια
  1. πῶς οὖν γένοιτʼ ἂν ὥστε μήθʼ ἡμᾶς θανεῖν,
  2. λαβεῖν θʼ ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ
  3. νόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα.
Ὀρέστης
  1. ἆρʼ ἂν τύραννον διολέσαι δυναίμεθʼ ἄν;
Ἰφιγένεια
  1. δεινὸν τόδʼ εἶπας, ξενοφονεῖν ἐπήλυδας.
Ὀρέστης
  1. ἀλλʼ, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.
Ἰφιγένεια
  1. οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα.
Ὀρέστης
  1. τί δʼ, εἴ με ναῷ τῷδε κρύψειας λάθρα;
Ἰφιγένεια
  1. ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν;
Ὀρέστης
  1. κλεπτῶν γὰρ ἡ νύξ, τῆς δʼ ἀληθείας τὸ φῶς.
Ἰφιγένεια
  1. εἴσʼ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν.
Ὀρέστης
  1. οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;
Ἰφιγένεια
  1. ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.
Ὀρέστης
  1. ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.
Ἰφιγένεια
  1. ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι.
Ὀρέστης
  1. δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
Ἰφιγένεια
  1. φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.
Ὀρέστης
  1. χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.
Ἰφιγένεια
  1. ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ,