Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Φοῖβός μʼ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
- ἄγαλμʼ Ἀθηνῶν τʼ ἐγκαθιδρῦσαι χθονί.
- ἀλλʼ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
- σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,
- μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
- στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
- ἀλλʼ, ὦ φιληθεῖσʼ, ὦ κασίγνητον κάρα,
- σῷσον πατρῷον οἶκον, ἔκσῳσον δʼ ἐμέ·
- ὡς τἄμʼ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,
- οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.
- δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε
- τὸ Ταντάλειον σπέρμα διὰ πόνων τʼ ἄγει.
- τὸ μὲν πρόθυμον, πρίν σε δεῦρʼ ἐλθεῖν, ἔχω
- Ἄργει γενέσθαι καὶ σέ, σύγγονʼ, εἰσιδεῖν.
- θέλω δʼ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων
- νοσοῦντά τʼ οἶκον, οὐχὶ τῷ κτανόντι με
- θυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω·
- σφαγῆς τε γὰρ σῆς χεῖρʼ ἀπαλλάξαιμεν ἂν
- σῴσαιμί τʼ οἴκους. τὴν θεὸν δʼ ὅπως λάθω
- δέδοικα καὶ τύραννον, ἡνίκʼ ἂν κενὰς