Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς.
- κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
- τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
- χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
- ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
- ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
- τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων.
- εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς πέρι,
- Φοῖβός μʼ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι
- ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ·
- νικῶν δʼ ἀπῆρα φόνια πειρατήρια.
- ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
- ψῆφον παρʼ αὐτὴν ἱερὸν ὡρίσαντʼ ἔχειν·
- ὅσαι δʼ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ,
- δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μʼ ἀεί,
- ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
- καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
- ἐπώμοσʼ αὐτοῦ βίον ἀπορρήξειν θανών,
- εἰ μή με σώσει Φοῖβος, ὅς μʼ ἀπώλεσεν.
- ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν