Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
- τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον;
- λέγοιμʼ ἄν· ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων.
- ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰ
- ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
- ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
- ἐς τὰς Ἀθήνας δῆτʼ ἔπεμψε Λοξίας,
- δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
- ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
- Ζεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος.
- ἐλθὼν δʼ ἐκεῖσε — πρῶτα μέν μʼ οὐδεὶς ξένων
- ἑκὼν ἐδέξαθʼ, ὡς θεοῖς στυγούμενον·
- οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
- παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
- σιγῇ δʼ ἐτεκτήναντʼ ἀπόφθεγκτόν μʼ, ὅπως
- δαιτὸς γενοίμην πώματός τʼ αὐτοῖς δίχα,
- ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
- μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
- κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
- ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,