Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
Ἰφιγένεια
  1. ὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
Ὀρέστης
  1. ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
Ἰφιγένεια
  1. οὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με.
Ὀρέστης
  1. οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
Ἰφιγένεια
  1. χαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
Ὀρέστης
  1. κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
Ἰφιγένεια
  1. τὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι;
Ὀρέστης
  1. σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ.
Ἰφιγένεια
  1. ἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν;
Ὀρέστης
  1. ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.
Ἰφιγένεια
  1. σιγῶ· τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
Ὀρέστης
  1. Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.
Ἰφιγένεια
  1. οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;
Ὀρέστης
  1. οὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός.
Ἰφιγένεια
  1. ταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλης μανείς;
Ὀρέστης
  1. ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
Ἰφιγένεια
  1. ἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί.
Ὀρέστης
  1. ὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί.
Ἰφιγένεια
  1. τί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα;