Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πόρον ἄπορον ἐξανύσας, δυοῖν
- τοῖν μόνοιν Ἀτρείδαιν φαίνοι
- κακῶν ἔκλυσιν;
- ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα
- τάδʼ εἶδον αὐτὴ κοὐ κλύουσʼ ἀπαγγελῶ.
- τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,
- Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·
- λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών,
- ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας
- λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
- σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ʼκβάντας τύχης,
- καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.
- καλῶς ἔλεξας· τῇ τύχῃ δʼ οἶμαι μέλειν
- τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ,
- σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
- μηδέν μʼ ἐπίσχῃ γʼ· οὐδʼ ἀποστήσει λόγου,
- πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμον
- εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντʼ ἐμοί.
- τῷδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα.
- οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;