Iphigenia in Tauris
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δείνʼ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δʼ ὀλίγον
- ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
- δαϊχθεὶς χερῶν.
- ἁ δʼ ἐπʼ αὐτοῖσι τίς τελευτά;
- τίς τύχα μοι συγχωρήσει;
- τίνα σοι πόρον εὑρομένα —
- πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω
- πατρίδʼ ἐς Ἀργείαν,
- πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι;
- τόδε τόδε σόν, ὦ μελέα ψυχά,
- χρέος ἀνευρίσκειν.
- πότερον κατὰ χέρσον, οὐχὶ ναΐ — ;
- ἀλλὰ ποδῶν ῥιπᾷ
- θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα
- καὶ διʼ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν
- στενοπόρου πέτρας μακρὰ κέλευθα να-
- ΐοισιν δρασμοῖς.
- τάλαινα, τάλαινα.
- τίς ἂν οὖν τάδʼ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ
- τί τῶν ἀδοκήτων,