Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Μυκήνα φίλα,
  2. χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
  3. ὅτι μοι συνομαίμονα τόνδε δόμοις
  4. ἐξεθρέψω φάος.
Ὀρέστης
  1. γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,
  2. ὦ σύγγονʼ, ἡμῶν δυστυχὴς ἔφυ βίος.
Ἰφιγένεια
  1. ἐγᾦδʼ ἁ μέλεος, οἶδʼ, ὅτε φάσγανον
  2. δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ.
Ὀρέστης
  1. οἴμοι. δοκῶ γὰρ οὐ παρών σʼ ὁρᾶν ἐκεῖ.
Ἰφιγένεια
  1. ἀνυμέναιος, ὦ σύγγονʼ, Ἀχιλλέως
  2. ἐς κλισίαν λέκτρων
  3. δολίαν ὅτʼ ἀγόμαν·
  4. παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.
  5. φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ.
Ὀρέστης
  1. ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.
Ἰφιγένεια
  1. ἀπάτορʼ ἀπάτορα πότμον ἔλαχον.
  2. ἄλλα δʼ ἐξ ἄλλων κυρεῖ
  3. δαίμονος τύχᾳ τινός.
Ὀρέστης
  1. εἰ σόν γʼ ἀδελφόν, ὦ τάλαινʼ, ἀπώλεσας.
Ἰφιγένεια
  1. ὦ μελέα δεινᾶς τόλμας. δείνʼ ἔτλαν