Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
  2. ἐκτήσαθʼ Ἱπποδάμειαν, Οἰνόμαον κτανών,
  3. ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.
Ἰφιγένεια
  1. ὦ φίλτατʼ, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
  2. ἔχω σʼ, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδος
  3. Ἀργόθεν, ὦ φίλος.
Ὀρέστης
  1. κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
  2. κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ
  3. τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δʼ ἐμόν.
Ἰφιγένεια
  1. τόδʼ ἔτι βρέφος
  2. ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ
  3. νεαρὸν ἐν δόμοις.
  4. ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου
  5. ψυχά, τί φῶ; θαυμάτων
  6. πέρα καὶ λόγου πρόσω τάδʼ ἐπέβα.
Ὀρέστης
  1. τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.
Ἰφιγένεια
  1. ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι·
  2. δέδοικα δʼ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
  3. ἀμπτάμενος φύγῃ·
  4. ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς,