Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὸ δʼ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.
Ὀρέστης
  1. οὐκ ἔστʼ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος.
Ἰφιγένεια
  1. ἀλλʼ ἡ Λάκαινα Τυνδαρίς σʼ ἐγείνατο;
Ὀρέστης
  1. Πέλοπός γε παιδὶ παιδός, οὗ ʼκπέφυκʼ ἐγώ.
Ἰφιγένεια
  1. τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον;
Ὀρέστης
  1. ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου.
Ἰφιγένεια
  1. οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δʼ ἐμέ.
Ὀρέστης
  1. λέγοιμʼ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε·
  2. Ἀτρέως Θυέστου τʼ οἶσθα γενομένην ἔριν;
Ἰφιγένεια
  1. ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.
Ὀρέστης
  1. ταῦτʼ οὖν ὑφήνασʼ οἶσθʼ ἐν εὐπήνοις ὑφαῖς;
Ἰφιγένεια
  1. ὦ φίλτατʼ, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν.
Ὀρέστης
  1. εἰκώ τʼ ἐν ἱστοῖς ἡλίου μετάστασιν;
Ἰφιγένεια
  1. ὕφηνα καὶ τόδʼ εἶδος εὐμίτοις πλοκαῖς.
Ὀρέστης
  1. καὶ λούτρʼ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;
Ἰφιγένεια
  1. οἶδʼ· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μʼ ἀφείλετο.
Ὀρέστης
  1. τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν;
Ἰφιγένεια
  1. μνημεῖά γʼ ἀντὶ σώματος τοὐμοῦ τάφῳ.
Ὀρέστης
  1. ἃ δʼ εἶδον αὐτός, τάδε φράσω τεκμήρια·
  2. Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,