Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἄρτεμις ἔσῳσέ μʼ, ἣν ἔθυσʼ ἐμὸς πατήρ,
  2. δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,
  3. ἐς τήνδε δʼ ᾤκισʼ αἶαν. αἵδʼ ἐπιστολαί,
  4. τάδʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.
Πυλάδης
  1. ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,
  2. κάλλιστα δʼ ὀμόσασʼ, οὐ πολὺν σχήσω χρόνον,
  3. τὸν δʼ ὅρκον ὃν κατώμοσʼ ἐμπεδώσομεν.
  4. ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,
  5. Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
Ὀρέστης
  1. δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς
  2. τὴν ἡδονὴν πρῶτʼ οὐ λόγοις αἱρήσομαι.
  3. ὦ φιλτάτη μοι σύγγονʼ, ἐκπεπληγμένος
  4. ὅμως σʼ ἀπίστῳ περιβαλὼν βραχίονι
  5. ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστʼ ἐμοί.
Χορός
  1. ξένʼ, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
  2. χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.
Ὀρέστης
  1. ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς
  2. Ἀγαμέμνονος γεγῶσα, μή μʼ ἀποστρέφου,
  3. ἔχουσʼ ἀδελφόν, οὐ δοκοῦσʼ ἕξειν ποτέ.
Ἰφιγένεια
  1. ἐγώ σʼ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;